Προσευχές
ΠΑΤΕΡ ΗΜΩΝ
Πάτερ ημών ο εν τοις ουρανοίς,
Αγιασθήτω το όνομά Σου,
ελθέτω η βασιλεία Σου,
γενηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης.
Τον άρτον ημών τον επιούσιον,
δος ημίν σήμερον,
και άφες ημίν τα οφειλήματα ημών,
ως και ημείς αφίεμεν τοις οφειλέταις ημών.
Και μη εισενέγκης ημάς εις πειρασμών,
αλλά ρύσαι ημάς από του πονηρού.
ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ
Πιστεύω εις ένα Θεόν,Πατέρα, παντοκράτορα,
ποιητήν ουρανού και γης,
ορατών τε πάντων και αοράτων.
Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν τον Θεού τον μονογενή,
τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων.
ως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού,
γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί,
δι’ ου τα πάντα εγένετο.
Τον δι’ ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα
εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα.
Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου
και παθόντα και ταφέντα.
Και αναστάντα τη τρίτη ημέρα, κατά τας Γραφάς.
Και ανελθόντα εις τους ουρανούς
και καθεζόμενον εκ δεξιών του Πατρός.
Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς,
ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το Άγιον, το κύριον, το ζωοποιόν,
το εκ του Πατρός εκπορευόμενον,
το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον,
το λαλήσαν δια των προφητών.
Εις μίαν, αγίαν, καθολικήν και άποστολικήν Εκκλησίαν.
Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών.
Προσδοκώ ανάστασιν νεκρών.
Και ζωήν του μέλλοντος αιώνος. Αμήν.
ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ’)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Ἡ Μεγάλη Δοξολογία
Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε, Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. (γ’)
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς . (γ’)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν
ΒΡΑΔΙΝΗ ΠΡΟΣΕΥΧΗ
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ
Εἰς το ὄνομα τοῦ Πατρόςκαὶ τοῦ Υἱοῦκαὶ τοῦ Ἁγίου Πνεύματος.
Ἀμήν.
Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου.
Ἐλθέτω ἡ βασιλεία Σου.
Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμός ν’ (50)
Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Ψαλμός ξθ’ (69)
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ Σοὶ πάντες οἱ ζητοῦντές Σε, ὁ Θεός καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος· οἱ ἀγαπῶντες τὸ σωτήριόν Σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ Σύ, Κύριε· μὴ χρονίσῃς.
Ψαλμός ρμβ’ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Μικρά Δοξολογία
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι, διὰ τὴν μεγάλην Σου δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι Σὺ εἶ μόνος Ἅγιος, Σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω Σε καὶ αἰνέσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι.
Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ Σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώσκουσί Σε.
Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί Σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά Σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με ἐν τοῖς δικαιώμασί Σου.
Κύριε, τὸ ἔλεός Σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν,
τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄξιόν ἐστιν, ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Κύριε, ἐλέησον (μ’). 40 Φορές
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος, Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυ εύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν
ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Κύριε, ἐλέησον (ἐκ ιβ´).
Καὶ σῶσον καὶ βοήθησον ἡμᾶς, Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ Σου κυήσει ἑνώσασα,
καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς Σὲ προστρεχόντων καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· Μὴ βδελύξῃ με, τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις
καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥαθυμίᾳ γνώμῃ δοῦλον γενόμενον· Ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ,
φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ
καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν. καὶ τὸν Σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ Σου παρρησίᾳ χρωμένη δυσώπησον,
ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς Αὐτοῦ ἀγαθότητος· καὶ παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν
καὶ τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος· ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διὰ τῆς Σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις , σὺν τῷ ἀνάρχῳ Αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳκαὶ ἀγαθῷ καὶ ζωοποιῷ Αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ’ ἡμῶν δολίως κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς Σου καὶ τὴν μνήμην τῶν Σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν Σὴν δοξολογίαν χάρισαι, εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν καὶ αἴτησαι, ἵνα σώσῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονενὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν·
τὴν γὰρ Σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα Σοι.
Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον,ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον
τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ Αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σοῦ. Εὐλογημένη, Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (ἐκ γ´)
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
Κοντάκιον. Ἦχος πλ. δ’.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω• ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς, χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι• Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν,
ἐξίσταμαι κραυγάζων σοι
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι·
Χαῖρε, Νύμφη ἀνύμφευτε.
ΣΤΑΣΙΣ Α’
Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω τό Χαίρε (γ’) καί σύν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα.
Χαίρε, δι’ ής η χαρά εκλάμψει,
χαίρε, δι’ ής η αρά εκλείψει.
Χαίρε, τού πεσόντος , Αδάμ η ανάκλησις,
χαίρε τών δακρύων τής Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς,
χαίρε, βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα,
χαίρε, ότι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τόν Ήλιον,
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι’ ής νεουργείται η κτίσις,
χαίρε, δι’ ής βρεφουργείται Κτίστης.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Βλέπουσα η Αγία, εαυτήν εν αγνεία, φησί τώ Γαβριήλ θαρσαλέως. Τό παράδοξόν σου τής φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται, ασπόρου γάρ συλλήψεως τήν κύησιν πώς λέγεις; κράζων, Αλληλούϊα.
Αλληλούϊα.
Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα, εβόησε πρός τόν λειτουργούντα: Εκ λαγόνων αγνών, Υιόν πώς εστι τεχθήναι δυνατόν, λέξον μοι. Πρός ήν εκείνος έφησεν εν φόβω , πλήν κραυγάζων ούτω,
Χαίρε, βουλής απορρήτου μύστις,
χαίρε, σιγής δεομένων πίστις.
Χαίρε, τών θαυμάτων Χριστού τό προοίμιον,
χαίρε, τών δογμάτων αυτού τό κεφάλαιον.
Χαίρε, κλίμαξ επουράνιε, δι ‘ ής κατέβη ο Θεός,
χαίρε γέφυρα μετάγουσα τούς εκ γής πρός ουρανόν,
Χαίρε, τό τών Αγγέλων πολυθρύλητον θαύμα,
χαίρε, τό τών δαιμόνων πολυθρήνητον τραύμα,
Χαίρε, τό Φώς αρρήτως γεννήσασα,
χαίρε, τό πώς μηδένα διδάξασα.
Χαίρε, σοφών υπερβαίνουσα γνώσιν.
χαίρε, πιστών καταυγάζουσα φρένας.
Χαίρε, Ν ύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Δύναμις τού Υψίστου, επεσκίασε τότε, πρός σύλληψιν τή Απειρογάμω. καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι, τοίς θέλουσι θερίζειν σωτηρίαν, εν τώ ψάλλειν ούτως. Αλληλούϊα.
Αλληλούϊα.
Έχουσα θεοδόχον, η Παρθένος τήν μήτραν, ανέδραμε πρός τήν Ελισάβετ, τό δέ βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε! καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον.
Χαίρε, βλαστού αμαράντου κλήμα,
χαίρε, καρπού ακηράτου κτήμα,
Χαίρε, γεωργόν γεωργούσα φιλάνθρωπον,
χαίρε, φυτουργόν τής ζωής ημών φύουσα.
Χαίρε, άρουρα βλαστάνουσα ευφορίαν, οικτιρμών,
χαίρε, τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών.
Χαίρε, ότι λειμώνα τής τρυφής αναθάλλεις,
χαίρε, ότι λιμένα τών ψυχών ετοιμάζεις.
Χαίρε, δεκτόν πρεσβείας θυμίαμα,
χαίρε, παντός τού κόσμου εξίλασμα.
Χαίρε, Θεού πρός θνητούς ευδοκία,
χαίρε, θνητών πρός Θεόν παρρησία.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων, ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών, καί κλεψίγαμον υπονοών Άμεμπτε, μαθών δέ σου τήν σύλληψιν εκ Πνεύματος αγίου, έφη. Αλληλούϊα.
Αλληλούϊα.
ΣΤΑΣΙΣ Β’
Ήκουσαν οι ποιμένες των Αγγέλων υμνούντων την ένσαρκον Χριστού παρουσίαν, και δραμόντες ως προς ποιμένα, θεωρούσι τούτον ως αμνόν άμωμον, εν τη γατρί Μαρίας Βοσκηθέντα, ην υμνούντες είπον,
Χαίρε, αμνού και ποιμένος μήτηρ,
χαίρε, αυλή λογικών προβάτων.
Χαίρε, αοράτων εχθρών αμυντήριον,
χαίρε, Παραδείσου θυρών ανοικτήριον.
Χαίρε, ότι τα ουράνια συναγάλλεται τη γη,
χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς.
Χαίρε, των Αποστόλων το ασίγητον στόμα,
χαίρε, των αθλοφόρων το ανίκητον θάρσος.
Χαίρε, στερρόν της πίστεως έρεισμα,
χαίρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαίρε, δι’ ης εγυμνώθη ο Άδης,
χαίρε, δι’ ης ενεδύθημεν δόξαν.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Θεοδρόμον αστέρα θεωρήσαντες Μάγοι, τη τούτου ηκολούθησαν αίγλη, και ως λύχνον κρατούντες αυτόν, δι’ αυτού ηρεύνων κραταιόν άνακτα, και φθάσαντες τον άφθαστον, εχάρησαν Αυτώ βοώντες, Αλληλούϊα.
Αλληλούϊα.
Ίδον παίδες Χαλδαίων, εν χερσί της Παρθένου, τον πλάσαντα χειρί τους ανθρώπους, και Δεσπότην νοούντες αυτόν, ει και δούλου έλαβε μορφήν, έσπευσαν τοις δώροις θεραπεύσαι και βοήσαι τη Ευλογημένη,
Χαίρε, αστέρος αδύτου Μήτηρ,
χαίρε, αυγή μυστικής ημέρας.
Χαίρε, της απάτης την κάμινον σβέσασα,
χαίρε, της τριάδος τους μύστας φωτίζουσα.
Χαίρε, τύραννον απάνθρωπον εκβαλούσα της αρχής,
χαίρε, Κύριον φιλάνθρωπον επιδείξασα Χριστόν.
Χαίρε, η της βαρβάρου λυτρουμένη θρησκείας,
χαίρε, η του βορβόρου ρυομένη των έργων.
Χαίρε, πυρός προσκύνησιν παύσασα,
χαίρε, φλογός παθών απαλλάτουσα.
Χαίρε, πιστών οδηγέ σωφροσύνης,
χαίρε, πασών γενεών ευφροσύνη.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Κήρυκες θεοφόροι γεγονόντες οι Μάγοι, υπέστρεψαν εις την Βαβυλώνα, εκτελέσαντές σου τον χρησμόν και κηρύξαντές σε τον Χριστόν άπασιν, αφέντες τον Ηρώδην ως ληρώδη, μη ειδότα ψάλλειν. Αλληλούϊα.
Αλληλούϊα.
Λάμψας εν τη Αιγύπτω φωτισμόν αληθείας, εδίωξας του ψεύδους το σκότος, τα γαρ είδωλα ταύτης, Σωτήρ, μη ενέγκαντά σου την ισχύν πέπτωκεν, οι τούτων δε ρυσθέντες εβόων προς την Θεοτόκον,
Χαίρε, ανόρθωσις των ανθρώπων,
χαίρε, κατάπωσις των δαιμόνων.
Χαίρε, της απάτης την πλάνην πατήσασα,
χαίρε, των ειδώλων τον δόλον ελέγξασα.
Χαίρε, θάλασσα ποντίσασα Φαραώ τον νοήτον,
χαίρε, πέτρα η ποτίσασα τους διψώντας την ζωήν.
Χαίρε, πύρινε στύλε, οδηγών τους εν σκότει,
χαίρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαίρε, τροφή του μάννα διάδοχε,
χαίρε, τρυφής αγίας διάκονε.
Χαίρε, η Γη της επαγγελίας,
χαίρε, εξ ης ρέει μέλι και γάλα.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Μέλλοντος Συμεώνος του παρόντος αιώνος μεθίστασθαι του απατεώνος, επεδόθης ως βρέφος αυτώ, αλλ’ εγνώσθης τούτω και Θεός τέλειος, διόπερ εξεπλάγη σου την άρρητον σοφίαν, κράζων, Αλληλούϊα.
Αλληλούϊα.
ΣΤΑΣΙΣ Γ’
Νέαν έδειξε κτίσιν, εμπανίσας ο Κτίστης, υμίν τοις υπ’ αυτού γενομένοις εξ ασπόρου βλαστήσας γαστρός, και φυλάξας ταύτην, ώσπερ ην, άφθορον, ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν, βοώντες:
Χαίρε, το άνθος της αφθαρσίας,
χαίρε, το στέφος της εγκρατείας.
Χαίρε, αναστάσεως τύπον εκλάμπουσα,
χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα.
Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τέφονται πιστοί,
χαίρε, ξύλον ευσκιόφυλλον, υφ’ ου σκέπτοναι πολλοί.
Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις,
χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις.
Χαίρε, Κριτού δικαίου δυσώπησις,
χαίρε, πολλών πταιόντων συγχώρησις.
Χαίρε, στολή των γυμνών παρρησίας,
χαίρε, στοργή πάντα πόθον νικώσα.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου, τον νουν εις ουρανόν μεταθέντες, διά τούτο γαρ ο υψηλός Θεός επί γης εφάνη ταπεινός άντρωπος, βουλόμενος ελκύσαι προς το ύψος τους Αυτώ βοώντας: Αλληλούϊα.
Αλληλούϊα.
Όλος ην εν τοις κάτω, και των άνω ουδόλως απήν ο απερίγραπτος Λόγος; συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε; και τόκος εκ Παρθένου θεολήπτου ακουούσης ταύτα:
Χαίρε, Θεού αχωρήτου χώρα;
χαίρε, σεπτού μυστηρίου θύρα.
Χαίρε, των απίστων αμφίβολον άκουσμα;
χαίρε, των πιστών αναμφίβολον καύχημα.
Χαίρε, όχημα πανάγιον του επί των Χερουβείμ;
χαίρε, οίκημα πανάριστον του επί των Σεραφείμ.
Χαίρε, η ταναντία εις ταυτό αγαγούσα;
χαίρε, η παρθενίαν και λοχείαν ζευγνύσα.
Χαίρε, δι’ ης ελύθη παράβασις;
χαίρε, δι’ ης ηνοίχθη Παράδεισος.
Χαίρε, η κλεις της Χριστού βασιλείας;
χαίρε, ελπίς αγαθών αιωνίων.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Πάσα φύσις Αγγέλων κατεπλάγη το μέγα της σης ενανθρωπήσεως έργον, τον απρόσιτον γαρ ως Θεόν, εθεώρει πάσι προσιτόν άνθρωπον ημίν μεν συνδιάγοντα, ακούοντα δε παρά πάντων ούτως; Αλληλούϊα.
Αλληλούϊα.
Ρήτορας πολυφθόγγους ως ιχθύας αφώνους ορώμεν επί σοι, Θεοτόκε; απορούσι γαρ λέγειν το πως και Παρθένος μένεις και τεκείν ίσχυσας; ημείς δε το Μυστήριον θαυμάζοντες, πιστώς βοώμεν:
Χαίρε, σοφίας Θεού δοχείον,
χαίρε, προνοίας αυτού ταμείον.
Χαίρε, φιλοσόφρους ασόφους δεικνύουσα;
χαίρε, τεχνολόγους αλόγους ελέγχουσα.
Χαίρε, ότι εμωράνθησαν οι δεινοί συζητηταί;
χαίρε, ότι εμαράνθησαν οι των μύθων ποιηταί.
Χαίρε, των Αθηναίων τας πλοκάς διασπώσα;
χαίρε, των αλιέων τας σαγήνας πληρούσα.
Χαίρε, βυθού αγνοίας εξέλκουσα;
χαίρε, πολλούς εν γνώσει φωτίζουσα.
Χαίρε, ολκάς των θελόντων σωθήναι;
χαίρε, λιμήν του βίου πλωτήρων.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Σώσαι θέλων τον κόσμον ο των όλων κοσμήτωρ, προς τούτον αυτεπάγγελτος ήλθε, και ποιμήν υπάρχων ως Θεός, δι’ ημάς εφάνη καθ’ ημάς άνθρωπος; ομοίω γαρ το όμοιον καλέσας, ως Θεός ακούει; Αλληλούϊα.
Αλληλούϊα.
ΣΤΑΣΙΣ Δ’
Τείχος εί τών Παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τών εις σέ προστρεχόντων, ο γάρ τού ουρανού καί τής γής, κατεσκεύασέ σε Ποιητής Άχραντε, οικήσας εν τή μήτρα σου, καί πάντας σοι προσφωνείν διδάξας.
Χαίρε, η στήλη τής παρθενίας.
χαίρε, η πύλη τής σωτηρίας.
Χαίρε, αρχηγέ νοητής αναπλάσεως.
χαίρε, χορηγέ θεϊκής αγαθότητος.
Χαίρε, σύ γάρ ανεγέννησας τούς συλληφθέντας αισχρώς.
χαίρε, σύ γάρ ενουθέτησας τούς συληθέντας τόν νούν,
Χαίρε, η τόν φθορέα τών φρενών καταργούσα.
χαίρε, η τόν σπορέα τής αγνείας τεκούσα.
Χαίρε, παστάς ασπόρου νυμφεύσεως.
χαίρε, πιστούς Κυρίω αρμόζουσα,
Χαίρε, καλή κουροτρόφε παρθένων.
χαίρε, ψυχών νυμφοστόλε αγίων,
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Ύμνος άπας, ηττάται, συνεκτείνεσθαι σπεύδων, τώ πλήθει τών πολλών οικτιρμών σου, ισαρίθμους γάρ τή ψάμμω ωδάς, άν προσφέρωμέν σοι, Βασιλεύ άγιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν, τοίς σοί βοώσιν, Αλληλούϊα.
Αλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοίς εν σκότει φανείσαν, ορώμεν τήν αγίαν Παρθένον, τό γάρ άϋλον άπτουσα φώς, οδηγεί πρός γνώσιν θεϊκήν άπαντας, αυγή τόν νούν φωτίζουσα, κραυγή δέ τιμωμένη ταύτα.
Χαίρε, ακτίς νοητού Ηλίου,
χαίρε, βολίς τού αδύτου φέγγους.
Χαίρε, αστραπή τάς ψυχάς καταλάμπουσα,
χαίρε, ώς βροντή τούς εχθρούς καταπλήττουσα,
Χαίρε, ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν,
χαίρε, ότι τόν πολύρρητον, αναβλύζεις ποταμόν.
Χαίρε, τής κολυμβήθρας ζωγραφούσα τόν τύπον,
χαίρε, τής αμαρτίας αναιρούσα τόν ρύπον,
Χαίρε, λουτήρ εκπλύνων συνείδησιν,
χαίρε, κρατήρ κιρνών αγαλλίασιν.
Χαίρε, οσμή τής Χριστού ευωδίας.
χαίρε, ζωή μυστικής ευωχίας,
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Χάριν δούναι θελήσας, οφλημάτων αρχαίων, ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι’ εαυτού, πρός τούς αποδήμους τής αυτού χάριτος, καί σχίσας τό χειρόγραφον, ακούει παρά πάντων ούτως, Αλληλούϊα.
Αλληλούϊα.
Ψάλλοντές σου τόν τόκον, ανυμνούμέν σε πάντες, ώς έμψυχον ναόν, Θεοτόκε, εν τή σή γάρ οικήσας γαστρί, ο συνέχων πάντα τή χειρί Κύριος, ηγίασεν, εδόξασεν, εδίδαξε βοάν σοι πάντας.
Χαίρε, σκηνή τού Θεού καί Λόγου.
χαίρε, Αγία Αγίων μείζων,
Χαίρε, κιβωτέ χρυσωθείσα τώ Πνεύματι.
χαίρε, θησαυρέ τής ζωής αδαπάνητε,
Χαίρε, τίμιον διάδημα, βασιλέων ευσεβών.
χαίρε, καύχημα σεβάσμιον, Ιερέων ευλαβών,
Χαίρε τής Εκκλησίας ο ασάλευτος πύργος.
χαίρε, τής βασιλείας τό απόρθητον τείχος.
Χαίρε, δι’ ής εγείρονται τρόπαια.
χαίρε, δι’ ής εχθροί καταπίπτουσι.
Χαίρε, χρωτός τού εμού θεραπεία,
χαίρε, ψυχής τής εμής σωτηρία.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Ώ πανύμνητε Μήτερ, η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (γ’), δεξαμένη τήν νύν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, καί τής μελλούσης λύτρωσαι κολάσεως τούς σοί βοώντας, Αλληλούϊα.
Αλληλούϊα.
Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω τό Χαίρε (γ’) καί σύν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα.
Χαίρε, δι’ ής η χαρά εκλάμψει,
χαίρε, δι’ ής η αρά εκλείψει.
Χαίρε, τού πεσόντος, Αδάμ η ανάκλησις,
χαίρε τών δακρύων τής Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς,
χαίρε, βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα,
χαίρε, ότι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τόν Ήλιον,
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι’ ής νεουργείται η κτίσις,
χαίρε, δι’ ής βρεφουργείται Κτίστης.
Χαίρε, Νύμφη ανύμφευτε.
Χαίρε, Νύμφη ανύμφευτε.
Ήχος πλ. δ’ Αυτόμελον
Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ’ ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.
ΠΡΟΣΕΥΧΗ ΠΡΙΝ ΚΑΙ ΜΕΤΑ ΤΟ ΔΕΙΠΝΟ
Πρό τοῦ δείπνου
Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὸ δεῖπνον
Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς. Ἀμήν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
(Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον ἀντί «Εὔφρανας ἡμᾶς…» λέγομεν τὴν Εὐχαριστίαν τοῦ μεσημβρινοῦ γεύματος «Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.»
Εἰς το τέλος ἑκάστης εὐχῆς λέγομεν «Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.»)
ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΙΣΟΣΤΟΜΟΥ
Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἐλέησον ἡμᾶς. Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλέησον ἡμᾶς. Ὁ τέλειος καὶ ἀθάνατος νοῦς, ἐλέησον ἡμᾶς. Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλέησον ἡμᾶς. Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς Κύριος καὶ Θεός, ἐλέησον ἡμᾶς. Ὁ δημιουργὸς καὶ Κτίστης ἁπάντων τῶν ὄντων, Ἰησοῦ Χριστέ, ἐλέησον ἡμᾶς.
Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ Πατρός, ἐλέησον ἡμᾶς. Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, ἐλέησον ἡμᾶς. Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλέησον ἡμᾶς. Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ Σῷ προστάγματι, ἐλέησον ἡμᾶς. Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, ἐλέησον ἡμᾶς. Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλέησον ἡμᾶς. Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλέησον ἡμᾶς.
Ὁ τὸν ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος Ποιητὴς τῶν ἁπάντων καὶ Κύριος,
ἐλέησον ἡμᾶς. Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλέησον ἡμᾶς. Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα θέμενος, ἐλέησον ἡμᾶς.
Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλέησον ἡμᾶς. Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις
καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλέησον ἡμᾶς. Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλέησον ἡμᾶς. Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλέησον ἡμᾶς.
Ὁ τὰ ὄρη καὶ βουνοὺς Παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων, ἐλέησον ἡμᾶς. Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλέησον ἡμᾶς. Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ Πατρός, μόνε Δημιουργέ, ἐλέησον ἡμᾶς.
Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, ἐλέησον ἡμᾶς. Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλέησον ἡμᾶς.
Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλέησον ἡμᾶς. Ὁ τῷ Ἀδὰμ συμπαθήσας
κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, ἐλέησον ἡμᾶς. Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλέησον ἡμᾶς. Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι’ αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλέησον ἡμᾶς. Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συστρατηγήσας, ἐλέησον ἡμᾶς. Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας, ἐλέησον ἡμᾶς. Ὁ ἐκ Παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας, ἐλέησον ἡμᾶς.
Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς Παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν Παρθένον, ἐλέησον ἡμᾶς. Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς
καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς Κύριος καὶ Θεός, ἐλέησον ἡμᾶς. Ὁ ὑπ’ ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς καὶ ὑπὸ ποιμένων γνωρισθείς, ἐλέησον ἡμᾶς.
Ὁ ὑπ’ ἀστέρος μηνυθεὶς καὶ ὑπὸ μάγων προσκυνηθείς, ἐλέησον ἡμᾶς. Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλέησον ἡμᾶς.
Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι, ἐλέησον ἡμᾶς. Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ’ αὐτοῦ, ἐλέησον ἡμᾶς. Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου Πατρὸς καὶ τὸ Ἅγιον Πνεῦμα πέμψαντος ἐπὶ σέ,
ἐλέησον ἡμᾶς. Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος, ἐλέησον ἡμᾶς.
Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ Κύριος καὶ Θεὸς εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ,
ἐλέησον ἡμᾶς. Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, ἐλέησον ἡμᾶς. Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς καθαρίσας, ἐλέησον ἡμᾶς. Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νεκροὺς ἀναστήσας, ἐλέησον ἡμᾶς. Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλέησον ἡμᾶς. Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλέησον ἡμᾶς.
Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλέησον ἡμᾶς. Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀναδείξας,
ἐλέησον ἡμᾶς. Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιερέων παραδοθείς, ἐλέησον ἡμᾶς. Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου ἀνακριθείς, ἐλέησον ἡμᾶς.
Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς, ἐλέησον ἡμᾶς. Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ τῇ τριημέρῳ Σου ἀναστάσει ἐκ νεκρῶν ἀναστάς,
ἐλέησον ἡμᾶς. Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς Σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς, ἐλέησον ἡμᾶς. Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ εἰς οὐρανοὺς ἀναληφθείς, ἐλέησον ἡμᾶς. Ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος καὶ Ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ἐλέησον ἡμᾶς.
Ὁ ἡνίοχος τῶν χερουβὶμ καὶ ἐποχούμενος τοῖς σεραφίμ, ἐλέησον ἡμᾶς.
Ὁ Ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ Βασιλεὺς τῶν αἰώνων, ἐλέησον ἡμᾶς.
Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία τῶν ἀπολλυμένων, ἐλέησον ἡμᾶς. Ὁ ἥλιος τῆς δικαιοσύνης καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλέησον ἡμᾶς. Ὁδηγὲ τῶν πεπλανημένων καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων, ἐλέησον ἡμᾶς.
Ὁ καλὸς Ποιμὴν τῶν προβάτων καὶ Νυμφίος τῆς ἐκκλησίας, ἐλέησον ἡμᾶς. Θεὲ ἐκ Θεοῦ, Θεὲ ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ, μονογενῆ Υἱὲ τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ, ὁ Σωτὴρ ὁ Σταυρωθεὶς ἐν σαρκὶ δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς.
Toggle title
Inhaltstext für das Aufklappelement kommt hier rein. Klicken Sie auf Bearbeiten um diesen Text zu ändern.
Προσευχή για τον φθόνο και την γλωσσοφαγιά!
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν. Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού.
Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν.
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών.
Βαπτιστά του Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν των ανομιών ημών, σοι γαρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιόν του Παρακλήτου, ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι, ημίν το μέγα έλεος.
Δεύτε προσκυνήσομεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν και προσπέσωμεν Χριστό τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.
Ευχή για Βασκανία
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι. Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Καί νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς, Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επισκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου, Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Καί νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, έλθετω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Δι’ ευχών των άγιων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.
Προσευχή προσφόρου
ΠΡΟΣΕΥΧΗ
(Λέγεται τὴν ὥρα τῆς προετοιμασίας διὰ τὴν ζύμωσιν τῆς προσφορᾶς)
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ
Κύριε Σὲ εὐχαριστῶ γι᾿ αὐτὴν τὴν ἅγια ὥρα, ποὺ μὲ τὰ ἁμαρτωλά μου χέρια μὲ ἀξιώνεις νὰ ζυμώνω τὰ Πανάχραντα Δῶρα τῆς ἀγάπης Σου. Σὲ παρακαλῶ κατάπεμψε τὸ Πανάγιό Σου Πνεῦμα ποὺ εὐλογεῖ ὅλα τὰ Μυστήρια τῆς Ἐκκλησίας, νὰ εὐλογήσει καὶ τοῦτα τὰ Δῶρα γιὰ νὰ γίνουν καλὰ καὶ εὐπρόσδεκτα στὸ Ἅγιό Σου θυσιαστήριο. Καὶ σὲ παρακαλῶ νὰ τὰ δεχθῇς ὅπως ἐδέχθης τὴ θυσία τοῦ Ἄβελ, τὴ δοξολογία τῶν Ποιμένων, τὰ δῶρα τῶν Μάγων, τὰ δάκρυα τοῦ Πέτρου, καὶ τοῦ Ληστοῦ τὴν μετάνοιαν. Καὶ ἂς μὲ ἀξιώνεις νὰ σοῦ τὰ προσφέρω πάντοτε εὐσυνείδητα. Ἀμήν.
Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Toggle title
Inhaltstext für das Aufklappelement kommt hier rein. Klicken Sie auf Bearbeiten um diesen Text zu ändern.
Toggle title
Inhaltstext für das Aufklappelement kommt hier rein. Klicken Sie auf Bearbeiten um diesen Text zu ändern.
Toggle title
Inhaltstext für das Aufklappelement kommt hier rein. Klicken Sie auf Bearbeiten um diesen Text zu ändern.